Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.52.1 | Hdt. 7.54.1 (English) | >>Hdt. 7.55.2 |
7.53.1
ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους · ἐπεὶ δέ οἱ παρῆσαν , ἔλεγέ σφι τάδε · “ὦ Πέρσαι , τῶνδʼ ἐγὼ ὑμέων χρηίζων συνέλεξα , ἄνδρας τε γενέσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι , ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια , ἀλλʼ εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν · ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται .
7.53.2 τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως · ὡς γὰρ ἐγὼ πυνθάνομαι , ἐπʼ ἄνδρας στρατευόμεθα ἀγαθούς , τῶν ἢν κρατήσωμεν , οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων . νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Πέρσας λελόγχασι .”
ch. 54
7.54.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.52.1 | Hdt. 7.54.1 (English) | >>Hdt. 7.55.2 |